TLG 4300 001 :: LEXICON SABBAITICUM :: Lexicon Sabbaiticum (e cod. Sabbaitico 137)

LEXICON SABBAITICUM Lexicogr.
(a. A.D. 14/15)

Lexicon Sabbaiticum (e cod. Sabbaitico 137)

Source: Papadopoulos–Kerameus, A. (ed.), Lexica Graeca minora (ed. K. Latte & H. Erbse). Hildesheim: Olms, 1965: 40–60.

Citation: Alphabetic letter — page — (line)

alpha

40

Αὔξησις Πλάτων (νόμων) ιαʹ· „ἄγονται πάντα εἰς αὔξησιν καὶ φθίσιν“. Αὐξάνεσθαι Πλάτων Θεαιτήτῳ. καὶ Αὐξήσεσθαι ὁ αὐτός. Αὔξιμον Εὐριπίδης. ἔστι δὲ παρὰ τοῖς κωμικοῖς καὶ παρὰ Πλά‐
5τωνι. Ἐπίκουρος δὲ πλεονάζει ἐν αὐτοῖς, καὶ διὰ τοῦτο προσίσταται ὥσπερ ἀττικίζων καὶ .... Ἀύπνως Σαννυρίων. καὶ ἀυπνεῖσθαι λέγουσι. Αὐτογνωμονήσαντες Ξενοφῶν. Αὐτόματος. καὶ Αὐτομάτη Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος.
10Αὐτόματος θηλυκῶς Φιλέταιρος. καὶ Αὐτοματίσαντες Ξενοφῶν, καὶ Αὐτομάτως Δημοσθένης. Αὐτόνομοι Κρατῖνος. καὶ Ξενοφῶν Λακώνων πολιτείᾳ· „αὐτονό‐ μους ἀφιᾶσιν“. Αὐτονομούμενα Δημοσθένης εἴρηκεν.
15Αὐτονομουμένη πόλις, ἡ τοῖς ἑαυτῆς νόμοις χρωμένη καὶ οὐχ ὑπείκουσα ἑτέροις. Αὐτοσχεδιάζειν Θουκυδίδης εἶπεν, καὶ Αὐτοσχεδίασμα Πλά‐ των, Αὐτοσχεδιασθεὶς δὲ Στράττις. Αὐτόφυτον Ἀντιφῶν εἶπεν.
20Αὐτοφρόνων Ἴων εἴρηκεν· „αὐτοφρόνων καὶ ὁμοσπόνδων“. (Αὐτοχειρία) Ἀριστοφάνης καὶ Πλάτων, ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος· „λαβὼν αὐτοὺς αὐτοχειρίᾳ παρὰ τὸ πω‐
λητήριον ἀπήγαγε τοῦ μετοικίου“, ἀντὶ τοῦ τῇ ἰδίᾳ χειρί.

alpha

41

Αὐχμώδη Φίλιστος εἴρηκεν, αὐχμηρότατος δὲ Πλάτων, καὶ αὔχ‐ μησις Θουκυδίδης. ὁ αὐτὸς δὲ καὶ αὔχμημα. καὶ Αὐχμηρόβιος Πλάτων εἶπεν. Ἀφάνισιν Δημοσθένης ἐν τῇ πρὸς Ἀπατούριον παραγραφῇ.
5(Ἀφαιρεῖν κρωκύδας, ἐπὶ τῶν πάντα ποιούντων ἕνεκα κολα‐ κείας.) ἄλλοι τε χρῶνται καὶ Ἀριστοφάνης· „εἴ τις κολακεύει παρὼν καὶ τὰς κρωκύδας ἀφαιρῶν“. Ἄφθονος ἄγρα Σοφοκλῆς· „λαβόντες ἄφθονον ἄγραν πρὸς οἴκους εὐτυχοῦντες ἄξομεν“.
10Ἀφθονεστέραν εἶπεν Αἰσχύλος. Ἀφθονώτερος καὶ Ἀφθόνως Δημοσθένης, Ἀφθόνητος δὲ Πίν‐ δαρος. (Ἀφίδρωσον .....·) „ἄγε δὴ ⏔—⏔ κἀνδρείως ὥσπερ πύκτης ἀφίδρωσον, καὶ πιτύλευσον τὴν ῥῆσιν ὅλην καὶ κίνησον τὸ
15θέατρον“. (Ἀφ’ οὖ .....·) „οὐ γὰρ διωρίσαντο τὸν χρόνον, ἀφ’ οὗ ἐκα‐ θέζετο ὁ ἄνθρωποσ“. Δημοσθένης δὲ ἐν τῷ περὶ παραπρεσβείας· „ἴστε γὰρ δήπου τοῦθ’ ὅτι, ἀφ’ οὖ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίνονται“ καὶ τὰ ἑξῆς.
20Ἀφροδίσιον ἄθυρμα Κράτης Λαμίᾳ· „καὶ μάλιστ’ ἀφροδισίοις· ἀθύρμασιν· ἡδὺ γὰρ κἀκεῖνο δρᾶν ἐστι, λέγεσθαι δ’ οὐ καλόν“. Ἀφροδίσιον ὑμέναιον Φερεκράτης· „ὦ Χάριτες, ἀφροδίσιόν τις ὑμέναιον ὑμνεῖ γεγαμηκότι“. Ἀφροδίσιος κῆπος Ἄρχιππος· „ὦ μάκαρ, ὃς ἐπὶ χλανιδοτρό‐
25φοις κόραισι τὸν ἀφροδίσιον κῆπον ἀποδρέπεισ“.

alpha

42

Ἀφροδίσιος λόγος Πλάτων εἶπε Διὶ Κακουμένῳ. καὶ Ἀφροδι‐ ταρίδιον ὁ αὐτὸς ὑποκοριστικῶς· „οἴμοι τάλας, ἀπολεῖς μ’· Ἀφρο‐ διταρίδιον γλυκύτατον, ἱκετεύω σε μή με περιίδῃσ“. (Ἀφρόδιτος, ὁ Ἑρμαφρόδιτος. παραπλήσιοι δὲ τούτῳ ἄλλοι δαί‐
5μονες, Ὀρθάνης, Πρίαπος,) ὧν καὶ Ἀριστοφάνης μέμνηται Ἥρωσιν. Ἀπολλοφάνης Κρησίν· „Ἀσκληπιὸς, Κύννειος, Ἀφρόδιτος, Τύχων“. Φερεκράτης· „οὐδ’ εἰς Ἑταίρας, οὐδ’ Ἀφροδίτου πώποτε“. (Ἀφύα καὶ Ἀφύη. ἔστι μέντοι ἰχθύδιον φαῦλον καὶ λυπρὸν, ἀργυ)ρί‐ ζον τῇ χροιᾷ. καὶ χρῶμα δὲ Ἀφυῶδες καλεῖ Ἱππασίων.
10Ἄφυκτον λαβήν. ὁ λόγος ἐναργής. τροπικῶς ἀπὸ τῶν παλαι‐ στῶν. Νικοχάρης· „ἀλλ’ εἰλήμμεθα λαβὴν ἄφυκτον“. (Ἄφωνον .....·) „ἐκ Δελφῶν δ’ ἔχων ἥκει τι κακὸν ἄφωνον“ .....τὸ τῶν ἱερῶν γένος ἀπὸ τῶν ἄλλων χωρὶς ἀφωρισμένων. (Ἀχαρίστους, τοὺς μὴ ἀνταποδιδόντας χάριτας. καὶ Ἰσοκράτης.)
15„μηδὲ τὰς χάριτας ἀχαρίστοις χαριζόμενοσ“. (λέγεται δὲ ἀχάριστος) καὶ ὁ τοὺς εὐεργέτας κακοῖς ἀμειβόμενος. (Ἀχηνία) Ἀριστοφάνης Ἀμφιαράῳ. „ἐμβαλὼν ἀχηνίαν“. εἴρη‐ ται δὲ κατὰ στέρησιν τοῦ ἔχειν· γίνεται ἀεχὴν, καὶ ἀχὴν, καὶ ἀχηνία. οἳ δὲ φασὶν ἀπὸ τοῦ κενὰ ἔχειν. λέγονται δὲ καὶ οἱ πένητες ἀχῆνες.
20(Ἀχόρα, τὰ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πίτυρα.) Ἀριστοφάνης Ὁλκάσιν· „ἀδαχεῖ γὰρ αὐτοῦ ἀχόρα ἐκλέγετ’ ἀεὶ ἐκ τοῦ γενείου τὰς
πολιὰς τοῦ Διόσ“.

alpha

43

(Ἀχράς, ὁ καρπὸς τῆς ἀχέρδου.) Ἀριστοφάνης Ἐκκλησιαζούσαις· „ἀχράς τις ἐγκλείσας’ ἔχει τὰ σιτία“. Μένανδρος Ἥρω· „νῦν δὲ τοῖς ἐξ ἄστεος κυνηγέταις ἥκουσι περιηγήσομαι τὰς ἀχράδασ“. (Ἄχρηστος, ὁ ἀνωφελὴς καὶ ἰδίως ᾧ οὐδεὶς χρῆται. οὕτω Πλά‐
5των.....·) „ἀλλὰ αἰσχύνομαί σε, ὧ ξένε, μακρὰν ὁδὸν ἀνύσαντα ἄχρηστον ἀπολῦσαι“. Ἄχρυσος Πλάτων νόμων γʹ· „πλούσιοι δὲ οὐκ ἄν ποτε γένοιντο ἄχρυσοί τε καὶ ἀνάργυροι“. (Ἄχυρος) Ἀριστοφάνης Δαιταλεῦσι· „καὶ τὴν Ἑκάβην ὀτοτύζουσαν
10καὶ καιόμενον τὸν ἄχυρον“. Ἀριστοφάνης Ἀχαρνεῦσιν· „αὐτοὶ γάρ ἐσμεν νῦν γε περιεπτισμένοι· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω“. Ἀψευδέστατος μάντις Κρατῖνος· „τὸν θεὸν δ’ ἐμοῦ κλύων σέβε, ὡς ὄντα μάντιν ἀψευδέστατον“.
15(Ἀψευδό)μαντις Νικοχάρης Ἀγαμέμνονι· „οἶδα δ’ ὡς ἀψευδό‐ μαντις ἥδε καὶ τελεσφόροσ“ ... „γνώσῃ δὲ τέχνην τὴν ἐμὴν ἐτη‐ τύμως ἀψευδόμαντιν οὖσαν“. Ἀωρί, ἀωρία. Φερεκράτης Κραπατάλοις· „ἐβάδιζον δ’ ἀπὸ δεί‐ πνου, κνέφας δ’ ἦν ἄρτι κοὐκ ἀωρί“. λέγουσι δὲ καὶ ἀωρίαν καὶ τὴν
20ὥραν. Ἀριστοφάνης Ἀχαρνεῦσιν· „ἀλλ’ ἀωρίαν ἥκοντες, εἶτα δ’ ὠστιοῦνται πῶς δοκεῖσ“. Ἄψηκτος, ἀκατάμακτος.
..... Πλάτων· „ὦ τᾶν, ταχὺ τρέχων ἀπωλόμην“.

beta

44

(1t)

Ἀρχὴ τοῦ Β.
2Βάλλ’ ἐς μακαρίαν, οἷον εἰς Ἅιδου· Μακαρία γὰρ ἡ Ἡρα‐ κλέους, ὁπηνίκα ἐπεστράτευσεν ὁ Εὐρυσθεὺς ταῖς Ἀθήναις, ἑαυτὴν ἐπέδωκε σφάγιον ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας. τὸ δ’ αὐτὸ τοῦτο
5καὶ οὕτως λέγουσιν· „ἐς Μακαρίαν“, καὶ „εἰς Μακαρίαν“. (Βασίλειος στοά. δύο εἰσὶ στοαὶ παρ’ ἀλλήλας, ἥ τε τοῦ ἐλευ‐ θερίου Διὸς καὶ ἡ βασίλειος.) ἔστι δὲ καὶ τρίτη. ἣ πάλαι μὲν Πει‐ σιανάκτειος ἐκαλεῖτο, νῦν δὲ μετωνομάσθη Ποικίλη. (Βασκαίνει, ἀντὶ τοῦ αἰτιᾶται καὶ μέμφεται καὶ συκοφαντεῖ.
10οὕτω Δημοσθένης) ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ ἐν τοῖς ἑξῆς· „βά‐ σκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμα ἐμόν“ φησιν, ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν. (Βασσάραι. λέγονται βασσάραι χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾴκιαι βάκχαι, καλούμεναι οὕτω ἀπὸ τοῦ βασσαρέως Διονύσου. ἦσαν δὲ ποι‐
15κίλοι καὶ ποδήρεις.) Αἰσχύλος ἐν Ἠδωνοῖς. „ὅστις χιτῶνας βασσάρας τε Λυδίας ἔχει ποδήρεισ“. (Βιαίων. ὄνομα δίκης ἐστὶ κατὰ τῶν βίᾳ πραττόντων ὁτιοῦν· ὁ δὲ ἁλοὺς ἀποτίνει εἰς τὸ δημόσιον ἴσον τῷ ἑλόντι. Δημοσθένης κατὰ Μειδίου. εἰσὶ δὲ καὶ ἐν τοῖς Λυσιακοῖς) φερόμενοι λόγοι βίαιοι. καὶ
20δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων μόνον οὔτε τὸ ὄνομα οὔτε ἡ δίκη ἐλέγετο, ἀλλὰ καὶ ἐπ’ ἄλλων. Βουλεύσεως. τοῦτο τὸ ὄνομα τοῦ ἐγκλήματος ἐπὶ δύο τάττεται, ἢ ὅταν τις ἐπιβουλεύσῃ τινὶ θάνατον, ἄν τε κτείνῃ ἄν τε μὴ, ἢ ἐάν τις ἐγγεγραμμένος ὀφείλειν τῷ δημοσίῳ δικάζηται τῷ αἰτιασαμένῳ ὡς
25μὴ δικαίως ἐγγράψαντι. εἰσήγετο δὲ ὁ μὲν βουλεύσας τὸν θάνατον, ὡς μέν τινες φασίν, ἐπὶ Παλλαδίῳ, ὡς δὲ ἕτεροι ἐν Ἀρείῳ πάγῳ· ὁ δὲ δικαζόμενος μὴ ὀφείλειν ἐν δικαστηρίοις ἑτέροις. ἑκάτερος δ’ οὖν ἐλέ‐ γετο βουλεύσεως δικάζεσθαι δίκην. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος
Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος πρώτῳ λέγει.

beta

45

(Βοῦ ἕβδομος, πέμματα κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρω‐ τοφαοῦς σελήνης. ἐκάλουν δὲ αὐτὸ βοῦν, προστιθέντες καὶ τὸ ἕβδο‐ μον, ὅτι ἐπὶ ἓξ ταῖς σελήναις ἐπεθύετο οὗτος ἕβδομος,) ὡς Εὐκλῆς ἐν Ἀταλάτῃ. ὁμοίως δὲ καὶ αἱ σελῆναι πέμματα πλατέα κυκλοτερῆ,
5ἃ καὶ οὕτως ἐκάλουν. Βωμολοχεύεσθαι. βωμολόχοι κυρίως ἐλέγοντο οἱ ἐπὶ τῶν θυ‐ σιῶν ὑπὸ τοὺς βωμοὺς καθίζοντες καὶ μετὰ κολακείας προσαιτοῦντες,
ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι (ταῖς θυσίαις αὐληταί τε καὶ μάντεις).

gamma

45

(9t)

Ἀρχὴ τοῦ Γ.
10Γεννῆται, οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες· καὶ γὰρ διῄρηντο κατὰ μέρη οἱ τῶν Ἀθηναίων πολῖται, καὶ τὰ μὲν μέγιστα μέρη φυ‐ λαὶ ὠνομάζοντο, ἑκάστη δὲ φυλὴ πάλιν εἰς τρία διῄρητο, ὧν ἕκαστον μέρος τριττὺς καὶ φατρία ὠνομάζετο. πάλιν δὲ τῶν φατριῶν ἑκάστη εἰς γένη διῄρητο λʹ, ἐξ ὧν αἱ ἱερωσύναι αἱ ἑκάστοις προσήκουσαι
15ἐκληροῦντο. καὶ γεννῆται οἱ ἐκ τοῦ αὐτοῦ καὶ πρώτου γένους τῶν λʹ γενῶν, οὓς καὶ πρότερον φησὶ Φιλόχορος ὁμογάλακτας καλεῖσθαι. Ἰσαῖος μέντοι τοὺς γεννήτας ἁπλῶς ἐξ αἵματος συγγενεῖς ὀνομάζει. (Γεφυρὶς, ξένη καὶ ἐπείσακτος.) οἱ γὰρ γεφυραῖοι ξένοι καὶ ἐπή‐ λυτοι ὄντες Ἀθήνησιν ᾤκησαν. οὕτως Ἡρόδοτος.
20(Γλαῦκος Καρύστιος .....) ὃς καὶ ὑπὸ Γέλωνος τοῦ Συ‐ ρακοσίου ἀνῃρέθη. οὗ μέμνηται Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου. (Γλυκὺς ἀγκών. οὐ κατ’ ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλόμε‐ νος εἰπεῖν „ὦ γλυκέα ἤθη“. ἔστι δὲ παροιμία, ὡς ἐπιφωνούμενον. οὕτως ἐχρήσατο Πλάτων ὁ κωμικὸς) ἐν τῷ Φάωνι· γέρων δὲ αὐτῷ
25ὑπόκειται ἐρῶν αὐλητρίδος· „ὦ χρυσοῦν ἀνάδημα, ὦ τοῖσιν ἐμοῖσι τρυφεροῖσι τρόποις, ὦ γλυκὺς ἀγκών“. ὡς εἴ τις λέγει „ὦ γλυκὺς πῆχυσ“ ...... ἐκεῖνος δὲ κατ’ εὐφημισμὸν οὕτως ἐκλήθη· μακρὸς γὰρ
καὶ ἐργώδης. κέχρηται τῇ παροιμίᾳ Πλάτων ὁ φιλόσοφος.

gamma

46

„γλῶσσα εἰ οὐκ ἐμπήξεται, ἄδηλον εἰ ἡσυχάσεται“. Γραμματεύς. οὗτος πράξεως μὲν οὐδεμιᾶς ἦν κύριος, ὑπανεγί‐ νωσκε δὲ τῇ βουλῇ καὶ τῷ δήμῳ τὰ πραττόμενα. ὁ δὲ Ἀντιγραφεὺς, καὶ οὗτος ἀπὸ τοῦ γράφειν τὰ παρὰ τῇ βουλῇ ὠνόμασται.
5(Γραμμὴ μακρά .....) εἷλκε πρὸς τῷ ὀνόματι μακρὰν γραμμὴν, ὁ δὲ ἀπολύων βραχεῖαν. (Γραφή, ἡ περὶ τῶν δημοσίων ἀδικημάτων κατηγορία καὶ περὶ ἄλλων ἁμαρτημάτων.) γίνονται δὲ γραφαὶ καὶ νόμων καὶ ψηφισμάτων οὐκ ἐπιτηδείων εἰσκομίζεσθαι δοκούντων, αἵτινες γραφαὶ παρανόμων
10καλοῦνται. Γραφή. δημοσίου τινὸς ἐγκλήματος ὄνομα. οὐ μόνον δὲ ὅταν ψη‐ φίσματος ἢ νόμου κατηγορῇ τις, παρανόμων γραφὴν ἀποφέρεσθαι καὶ γράφεσθαι λέγεται, ἀλλὰ καὶ ἐπ’ ἄλλοις πολλοῖς δημοσίοις ἀδικήμασι. πολλὴ (δὲ ἡ) χρῆσις τοῖς ῥήτορσι.
15Γραφὴ καὶ Γράψασθαι, δίκης ἐστὶν ὄνομα κατὰ τῶν μέγιστα ἀδι‐ κούντων. ἀπετίθετο δὲ ἡ γραφὴ ἐπὶ τούτοις· ἀσεβείας, παρανόμων, ἀργίας, ξενίας, δωροξενίας, καὶ ἄν τις ὑποσχόμενος τῷ δήμῳ μὴ ποιῇ, καὶ ἄν τις τοὺς νόμους διαφθείρῃ· ἐπὶ τούτοις γὰρ ἐξῆν γράφεσθαι γραφὴν ἀποθέμενον παρὰ τοὺς θεσμοθέτας. ἦν δὲ καὶ ὕβρεως γραφὴ
20καὶ ταύτης ἀγὼν δημόσιος, καὶ ἣ μὲν δημοσία ἣ δὲ ἰδιωτική· δημο‐ σία μὲν ἣν ἀπέφερέ τις πρὸς τοὺς θεσμοθέτας, ἰδιωτικὴ δὲ ἣν ἰδίᾳ ἀπέφερεν εἰς τὸ δικαστήριον ὁ ὑβρισθείς. καὶ τῆς μὲν δημοσίας τίμημα ἦν ὡρισμένον, ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι, τῆς δὲ ἰδιωτικῆς ἀργύριον
ὃ τοῖς δικασταῖς ἐδόκει.

gamma

47

(Γρυπάνιον. γρυπαίνειν τὸ γρυποῦσθαι λέγουσιν. οἷον ἐπὶ τῶν ἁπαλῶν ξυληφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά.) Ἀντιφῶν δὲ φησὶν ἐν Ἀληθείας δευτέρῳ· „καῖον γὰρ τὴν γῆν καὶ συντῆκον γρυπάνιον ποιεῖ“. καὶ Μελάνθιος „σεισμὸσ“ φησὶ „γέγονε, καὶ ἔγρυπεν ἡ γῆ“.
5Γυμνοπαιδία, χοροὶ ἐκ παίδων ἐν Σπάρτῃ τῆς Λακωνικῆς, εἰς θεοὺς ὕμνους ᾄδοντες, εἰς τιμὴν τῶν ἐν Θυρέαις ἀποθανόντων Σπαρ‐
τιατῶν.

delta

47

(8t)

Ἀρχὴ τοῦ Δ.
9Δεκάζεσθαι. ἐρρήθη μὲν ἀπὸ τοῦ κατὰ δεκάδα φθείρεσθαι δώ‐
10ροις. ὅτε γὰρ βούλοιντό τινες ἀρχῆς τυχεῖν ἢ ἄλλο τι ἀν(ύσασθαι), κατὰ δέκα ἀνθρώπους ἐδίδοσάν τινα, ὅπως συμπράττωσιν αὐτοῖς. ἐξ ἐκείνου δὲ ἤδη τὸν λαμβάνοντα ἕνεκα τοῦ συμπράττειν μὴ ἀπὸ παν‐ τὸς τοῦ βελτίστου δεκάζεσθαι φασίν. ὅμοιον καὶ τὸ ἐριθεύεσθαι. Δεκάζων. τὸ σημαινόμενον δῆλον. ἐποιήθη δὲ τὸ ὄνομα ἐντεῦ‐
15θεν. Λύκος μὲν ἔστιν ἥρως μορφὴν ἔχων τοῦ θηρίου, πρὸς δὲ τοῖς ἐν Ἀθήναις ἀνεστήλωτο δικαστηρίοις· πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ δέκα γινόμενοι ἀνεστρέφοντο. ἔνθεν καὶ ἡ παροιμία „Λύκου δεκάσ“. ἐξ οὖν τῆς δεκάδος τὸ δεκάζειν καὶ δεκάζεσθαι. (Δεκαδαρχίαι. τὰς ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς
20πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοί.) καὶ Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδάρχην κατέστησεν, ὡς Δημοσθένης ἐν ϛʹ Φιλιππικῶν. (Δενδρυάζειν, εἰς δρῦς καταδύεσθαι κυρίως.) ἀπὸ τῶν τὸ πα‐ λαιὸν ταῖς δρυσὶ σκέπῃ χρωμένων, πρὶν τὰς οἰκήσεις εὑρεθῆναι. καὶ
25τὸ καθ’ ὕδατος δύεσθαι καὶ ἀποκρύπτειν ἑαυτόν. Δερμηστὴς ἔσθων. οἳ μὲν φασὶν εἶναι σκώληκος (εἶδος,) ὃ κατ‐
εσθίει τὰ δέρματα. Ἀρίσταρχος δὲ ὄφεως εἶδος τοῦτο εἶναι φησί.

delta

48

(Δεῦρ’ ἀεὶ, ἀντὶ τοῦ ἕως τούτου,) Πλάτων νόμων ζʹ· „πρὸς τοὺς λόγους οὓς ἐξ ἕω μέχρι δεῦρο ἀεὶ διεληλύθαμεν“. τινὲς δὲ ἀντὶ τοῦ ὡδὶ τιθέασι. Δήμαρχος. ἑκάστου δήμου τῶν ἐν Ἀθήναις ὁ κατάρχων δήμαρ‐
5χος ἐλέγετο. οὗτοι δὲ τὰς ἀπογραφὰς ἐποιοῦντο (τῶν) προσόντων ἑκά‐ στῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα (παρ’ αὐτοῖς ἦν). ἀλλὰ καὶ συνῆγον τοὺς δήμους ὁπότε δεήσειε καὶ ψῆφον αὐτοῖς ἐδίδοσαν, καὶ ἐνεχυρίαζον δὲ οὗτοι. Δημόσιος, ὁ τῆς πόλεως δοῦλος, ὃς ὑπηρετεῖ τοῖς δικαστηρίοις καὶ
10τοῖς κοινοῖς ἔργοις. (Διαβάλλει ......) τάττουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τοῦ ἐναντίου, οἷον „τῇ θυγατρὶ τῇ ἐμῇ διαβεβλημένοσ“, καθὸ καὶ Πλάτων ἐν Πολιτείᾳ· „μὴ διάβαλε ἐμὲ καὶ Θρασύμαχον“. Διαγορεύων, ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. οὕτως
15Ἰσαῖος. τὸ δὲ ἐναντίον συναγορεύειν, ὥσπερ ἐναντίον καὶ τὸ συμφέ‐ ρεσθαι πρὸς τὸ διαφέρεσθαι καὶ τὸ συμφωνεῖν πρὸς τὸ διαφωνεῖν. (Διαγραφὴ δίκης. ὅταν ἀπαλλαγῇ τοῦ ἐγκλήματος ὁ φεύγων) ἢ κατὰ συγχώρησιν τοῦ διώκοντος ἢ κατὰ διάγνωσιν τοῦ τυχόντος, καὶ μηκέτι παρὰ μηδενὸς ἐγκαλῆται, διαγραφὴ δίκης λέγεται.
20(Διαδικασία. οὐχ ἁπλῶς πᾶσα δίκη διαδικασία καλεῖται, ἀλλ’ ἐν αἷς περί τινος ἀμφισβήτησίς ἐστιν, ὅτῳ προσήκει μᾶλλον.) λέγεται δὲ διαδικασία (καὶ ὅταν δημευθείσης οὐσίας δικάζηταί) τις πρὸς τὸ δη‐ μόσιόν τινι, ὡς ὀφειλομένων αὐτῷ χρημάτων ἐν τῇ δημευθείσῃ οὐσίᾳ.
25(Διαιτητάς. τοὺς ὑπὲρ νʹ ἔτη γεγονότας καὶ καθαροὺς πάσης
αἰτίας ὑπειλημμένους) ἀπὸ τοῦ ληξιαρχικοῦ γραμματείου κληρώσαντες

delta

49

τὰ τῶν πολιτῶν διαιτᾶν ἐποίουν. ξένοις μέντοι γε ἐπὶ τοῦτο ἐλθεῖν οὐ συγκεχώρητο. ἔξεστι δὲ τοῖς μεμφομένοις δίαιταν ἐκκαλεῖσθαι τὸ δημόσιον δικαστήριον. Διαμαρτυρία καὶ Διαμαρτυρεῖν. τρόπος τις ἦν ἡ διαμαρτυρία
5παραγραφῆς· πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι ὡς εἰσαγώγιμός ἐστιν ἡ δίκη ἢ οὐκ εἰσαγώγιμος. διαφέρει δὲ τῆς παραγραφῆς τὸ τὴν μὲν διαμαρτυρίαν γίνεσθαι οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε ὁ διώκων προυβάλετό τινα μαρτυροῦντα εἰσαγώγιμον
10εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρῶτον ἐγίνετο ἡ κρίσις πρὸς αὐτὸν τὸν διαμαρτυρήσαντα, οὐ πρὸς τὸν ἐξ ἀρχῆς δικαζόμενον. εἰ δὲ μὴ προβάλλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προσαγαγεῖν τινὰ μαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην· καὶ πάλιν πρὸς τὸν διαμαρτυρήσαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεσκήπτοντο δὲ ψευδομαρτυριῶν
15καὶ ταῖς διαμαρτυρίαις ὥσπερ ταῖς μαρτυρίαις. τάχα δὲ ἐπὶ μὲν ταῖς τοῦ ἀποστασίου δίκαις ἐκεκώλυτο διαμαρτυρεῖν, ἐν δὲ ταῖς τοῦ ἀπροστα‐ σίου οὐκέτι. (Διαμεμετρημένη ἡμέρα ......) οἱ τοίνυν δημόσιοι καὶ μεγάλοι ἀγῶνες πρὸς τοῦτο τὸ ὕδωρ ἠγωνίζοντο. καὶ διενέμετο εἰς
20τρία μέρη ἡ ἡμέρα, ἡ μὲν πρώτη ἡμέρα τῷ κατηγόρῳ, ἡ ἐφεξῆς δὲ τῷ κατηγορουμένῳ καὶ ἡ τρίτη τοῖς δικάζουσιν εἰς τὸ σκέψασθαι τὴν ψῆφον. Διαμεμετρημένη ἡμέρα. μέτρον τί ἐστιν ὕδατος πρὸς μεμετρη‐ μένον ἡμέρα διάστημα ῥέον. ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί. πρὸς
25δὴ τοῦτο ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διε‐ νέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τοδὲ τρίτον τοῖς δικάζουσιν. ἐπισκεπτέον δὲ τὸ παρ’ Ἰσαίῳ, ὃς μεμε‐ τρημένης ἡμέρας ὁτὲ μὲν χωρὶς ὕδατος φησὶ γίνεσθαι τοὺς ἀγῶνας,
ὁτὲ δὲ πρὸς ὕδωρ.

delta

50

Διαιτηταί. ἕτεροι παρὰ τοὺς δικαστάς εἰσιν οἱ διαιτηταί· οἳ μὲν γὰρ ἐν δικαστηρίοις ἐδίκαζον καὶ τὰς ἀπὸ τῶν διαιτητῶν ἐφεσίμους ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐ‐ τοῖς τῶν κρινομένων διῄτων. καὶ εἰ μὲν ἤρεσκεν τοῖς ἀντιδίκοις, τέλος εἶ‐
5χεν ἡ δίκη· εἰ δὲ μὴ, τὰ ἐγκλήματα καὶ τὰς προκλήσεις καὶ μαρτυ‐ ρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἑκατέρων ἐμβαλόν‐ τες εἰς καδίσκους καὶ σημηνάμενοι παρεδίδοσαν τοῖς εἰσαγωγεῦσι τῶν δικῶν. Διαψήφισις. ἁπλῶς μὲν τὸ ἐνέγκαι ψήφους, κυρίως δὲ ἡ τῶν δη‐
10μοτῶν ἐξέτασις, ἣν ἐποιοῦντο ἐν ἑαυτοῖς ἐπὶ τὸ ἀποψηφίσασθαι τοὺς ξένους καὶ ἐκβαλεῖν τοῦ δήμου καὶ τῆς πολιτείας. ἐδίδου δὲ ἕκαστος τῶν δημοτῶν τῷ δήμῳ διαψήφισιν ἰδίαν, εἴτε πολίτην ἐδόκει τὸν ἐξε‐ ταζόμενον εἴτε μή· καὶ εἰ ἀπεψηφίσθη παρ’ αὐτῶν, εἰσήγετο εἰς τὸ δι‐ καστήριον καὶ ξενίας ἐκρίνετο. καὶ εἰ μὲν ἑάλω, ἐπιπράσκετο ὡς ξέ‐
15νος, εἰ δὲ ἀπέφυγεν, οἱ δημόται πάλιν αὐτὸν ἀνεδέχοντο. (Δίγονος μάσθλης, διπλοῦς ἱμάς· ἢ ὅτι οὐ μόνον κατὰ τὴν βα‐ φὴν ἦν τοιοῦτος, ἀλλὰ καὶ ἀπὸ τοῦ αἵματος ἐκέχρωστο. Σοφοκλῆς) Ἀνδρομέδᾳ· „δίδου δαφοινὸν μάσθλητα δίγονον“. (Διδάσκαλον .....) ἰδίως μέντοι διδασκάλους οἱ Ἀττικοὶ τοὺς
20μουσικοὺς βούλονται καλεῖν. οὕτως φέρεται. (Δίκη ἐμπορική· ὄνομα δίκης ἣν πρὸς τοὺς ἐμπόρους περὶ ὁτου‐ δὴ λαγχάνουσιν). ἦσαν δὲ αὗται ἔμμηνοι ὑπὲρ τοῦ μὴ τρίβεσθαι αὐτοὺς καὶ ἀργεῖν δικαζομένους. διιππασία καὶ Ἀνιππασία, τῶν ἵππων ἅμιλλα, ὥσπερ δὴ διω‐
25μοσία καὶ ἀντωμοσία, τὸ αὐτὸ ἄμφω δηλοῖ.

delta

51

(Δίκη, κρίσις.) καὶ σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ ἐπὶ τῶν ἰδιω‐ τικῶν ἐγκλημάτων λέγεται, ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος δῆ‐ λον ποιεῖ.
5(Διμοιρίτης. τοῦτο ἐνίοτε τριώβολον ἀποδεδώκασιν, ἐπειδὴ τοῦτο δίμοιρόν ἐστι δραχμῆς. ὁ οὖν τοῦτο λαμβάνων στρατιώτης διμοιρίτης ἐλέγετο.) ἔστι δέ τις καὶ στρατιωτικὴ ἀρχὴ, ὡς λοχαγὸς, διὰ τὸ παρὰ τοὺς ἄλλους στρατιώτας δύο μοίρα λαμβάνειν. (Διοίκησις, ἡ ἀνάλωσις τῶν χρημάτων.) καὶ ἀρχὴ Ἀθήνησιν ὁ
10ἐπὶ τῆς διοικήσεως, οἷον τῶν προσιόντων τῇ πόλει καὶ ἀναλισκο‐
10μένων. (Διομήδειος ἀνάγκη, παροιμία, ἀπὸ τοῦ Τυδέος, ἢ ἀπὸ τοῦ Θρᾳ‐ κὸς ὃς ἠνάγκαζε τοὺς ξένους αἰσχραῖς οὔσαις ταῖς θυγατράσιν αὐτοῦ μίσγεσθαι, ἃς καὶ ἵππους ἀλληγορεῖ, εἶτα ἀνῄρει.) οἳ δὲ ὅτι Διομή‐ δης καὶ Ὀδυσσεὺς τὸ παλλάδιον κλέψαντες νυκτὸς ἐπανῄεσαν. ἑπόμε‐
15νος δὲ ὁ Ὀδυσσεὺς τ[ὸν Διο]μή[δην] ἐβουλήθη ἀποκτεῖναι. ἐν τῇ σελήνῃ δὲ ἰδὼν τὴν σκιὰν τοῦ ξίφους ὁ Διομήδης δήσας τὸν Ὀδυσσέα ἐποίησε προάγειν, παίων αὐτοῦ τῷ ξίφει τὸ μετάφρενον. τάττεται δὲ ἐπὶ τῶν κατὰ ἀνάγκην τι διαπραττόντων. (Διοπτεύων .....·) οὐ γὰρ ὡς προόπτης τις ὠνόμασται,
20ἀλλ’ ὡς ἐπισκοπῶν καὶ ἐφορῶν. ἔστι καὶ παρὰ Δημοσθένει. (Διὸς κώδιον, οὗ τὸ ἱερεῖον Διὶ τέθυται. θύουσί τε τῷ τε μει‐ λιχίῳ καὶ τῷ κτησίῳ Διὶ, τὰ δὲ κώδια τούτων φυλάσσουσι, δῖα προσα‐ γορεύοντες.) χρῶνται δ’ αὐτοῖς οἵ τε σκιροφορίων τὴν πομπὴν στέλ‐ λοντες καὶ ὁ δᾳδοῦχος ἐν Ἐλευσῖνι καὶ ἄλλοι τινὲς πρὸς τοὺς καθαρ‐
25μοὺς, ὑποστρωννύντες αὐτὰ τοῖς ποσὶ τῶν ἐναγῶν. Διὸς κόρινθος, ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων, παροιμία. ἐρρέθη δὲ δι’ αἰτίαν τοιαύτην. Μεγαρεῖς ὑπακούοντες Κορινθίοις ἐβαροῦντο τοῖς ἐπιτάγμασι καὶ φανεροὶ δυσανασχετοῦντες ἦσαν ἐπὶ τούτῳ. Κορινθίων
δὲ πρέσβεις ἦλθον εἰς τὰ Μέγαρα, καὶ τοῦ δήμου μὴ προσέχοντος

delta

52

αὐτοῖς ἀγανακτοῦντες ἐβόων· „οὐκ ἀνέξεται ταῦτα Διὸς Κόρινθοσ“. φασὶν οὖν τοὺς Μεγαρεῖς ἐκβάλλοντας αὐτοὺς παίειν καὶ λέγειν· „παῖε τὸν Διὸς Κόρινθον“. Διὸς ψῆφος. οὕτως καλεῖται ἐν ᾧ Ἀθηνᾶ καὶ Ποσειδῶν ἐκρί‐
5θησαν. Κρατῖνος Ἀρχιλόχοις· „ἔνθα Διὸς μεγάλου θᾶκοι πεσσοί τε κα‐ λοῦνται“. ὁ γὰρ τόπος ἐν ᾧ ἐκρίθησαν Διὸς ψῆφος καλεῖται. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων. Διωμοσία, (ὅρκος ἐστὶν, ὃν) ὤμνυον καὶ οἱ φόνου ἀγῶνα διώ‐ κοντες καὶ οἱ φεύγοντες καὶ μετὰ τὸ εἰπεῖν τὸν πάντα λόγον καὶ πρὸ
10τοῦ εἰπεῖν, ἦ μὴν τὰ ἀληθῆ κατηγγορήσειν, ὃ δὲ ἦ μὴν τὰ ἀληθῆ ἀπολογεῖσθαι. καὶ ἐπενεχθείσης δὲ λοιπὸν ἤδη τῆς ψήφου πάλιν ὤμνυεν ὁ κρατήσας, ἦ μὴν δικαίως νενικηκέναι, ἐξώλειαν αὑτῷ ἐπα‐ ρώμενος, εἰ ἐξηπάτησεν. Δοκιμασία, ἰδίως ἡ τῶν στρατηγῶν καὶ τῶν ἄλλων ἀρχόντων καὶ
15ῥητόρων ἐξέτασις, εἰ προΐστασθαι τῶν πολιτικῶν ἐπιτήδειοί εἰσιν. (Δοξασίας, δόξης, ὑπολήψεως.) Δίων ἐν Ῥωμαϊκῶν νγʹ· „προσέσται δὲ καὶ τῆς ἐμῆς δοξασίασ“. Δόρυ κηρύκειον, παροιμία, ἐπὶ τῶν ἅμα παρακαλοῦντον καὶ ἀπειλούντων. οἱ δεκατευθέντες εἰς Δελφοὺς ὑπ’ Ἀθηναίων Γεφυ‐
20ραῖοι, λαβόντες χρησμὸν „ἀνδρὶ Γεφυραίῳ φίλος οἶκοσ“, ἀκολουθοῦντες βουσὶν ἕως ἂν ἐκεῖνοι κοπιάσωσιν, ὡς ὁ θεὸς αὐτοῖς ἔχρησεν, ὅπως ἐκεῖ καταμείνωσι, πολεμουμένων Ἀθηναίων ὑπὸ Εὐμόλπου ἐπὶ τὴν Τάναγραν καλουμένην ὥδευσαν, δόντες μὲν τῷ προηγουμένῳ κηρύκειον, καθοπλίσαντες δὲ κατόπιν τοὺς νέους.
25(Δράκαυλος Σοφοκλῆς Τυμπανισταῖς. ἐπεὶ ἡ Ἀθηνᾶ δοκεῖ παρ’

delta

53

αὐταῖς αὐλίσαι τὸν δράκοντα ταῖς Κέκροπος θυγατράσιν.) ὅτι συναυλί‐ ζονται κατὰ τὸ εἰκὸς Κέκροψιν τί δεῖ φύειν. ὅτι συναυλίζεται μιᾷ τῶν
ἐν τῇ ἀκροπόλει δράκοντι προσημερεύουσα τῷ θεῷ.

epsilon

53

(4t)

(Ἀρχὴ τοῦ Ε.)
5(Ἐγκιλικίζειν, τὸ πονηρεύεσθαι. Φερεκράτης·) „ἀεί ποθ’ ἡμῶν ἐγκιλικίζους’ οἱ θεοί“. ἀπὸ τῶν Κιλίκων, ὡς πονηροῦ ἔθνους. (Ἐδημώθη, ἐν τῷ δήμῳ διεδόθη. δῆλον πᾶσιν ἐγένετο.) οὕτως Δίων ἐν Ῥωμαϊκῶν ιζʹ· „καί τις λόγος περὶ αὐτῶν τοιόσδε ἐδημώθη“. καὶ Ἐδημοσίωσαν, δημόσιον ἐποίησαν.
10(Ἐδικαιώθησαν, δίκαιοι ἐκρίθησαν. σημαίνει δὲ καὶ τὸ ἐναντίον, κατεδικάσθησαν δικαίως. Δίων ἐν Ῥωμαϊκῶν ιεʹ·) „ἔκ τε γὰρ τῆς ἀπὸ τοῦ πάνυ ἀρχαίου ἀξιώσεως καὶ ἐκ τῆς παλαιᾶς πρὸς τοὺς Ῥωμαίους φιλίας, καὶ οὐκ ἤνεγκαν δικαιωθέντες, ἀλλ’ ἐπεχείρησαν καὶ οἱ Καμ‐ πανοὶ τοῦ Φλάκκου καὶ οἱ Συρακούσιοι τοῦ Μαρκέλλου κατηγορῆσαι,
15καὶ ἐδικάσθησαν ἐν τῷ συνεδρίῳ“. πολλαχοῦ δὲ οὕτω κέχρηται τῇ λέξει ταύτῃ ἐπὶ τοῦ εἰρημένου σημαινομένου, ὡς ἐν τῷ ιϛʹ· „πάντες ἀποθανεῖν ἐστὲ ἄξιοι. οὐ μέντοι καὶ ἐγὼ πάντας ὑμᾶς θανατώσω, ἀλλ’ ὀλίγους μὲν, οὓς καὶ συνείληφα ἤδη, δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι“. καὶ ἀλλαχοῦ πολλαχοῦ ὁμοίως.
20(Εἴδωλον, σκιῶδες ὁμοίωμα, ἢ φαντασία σώματος, σκιά τις ἀερο‐ ειδὴς,) ὡς καὶ Βακχυλίδης· „μελαγκέθες εἴδωλον ἀνδρὸς Ἰθακησίου“. καὶ ὁ ποιητὴς ἐπὶ τῆς Ἀντικλείας· „τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον“. αὐτὸς δὲ ἡ ὑπόστασις ἡ ἀληθής. δεῖ οὖν νοεῖν ὡς (φαντα‐
σίαν σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ).

epsilon

54

(Εἵλως, εἵλωτος, ὁ δοῦλος, καὶ τὸ ἐθνικὸν) Εἵλωτες, παρὰ Λακε‐ δαιμονίοις οἱ νόθοι καὶ ἐξ αἰχμαλώτων δοῦλοι γενόμενοι, ἀπὸ τοῦ Ἕλους. Ἕλος δὲ πόλις ἐν Πελοποννήσῳ. καὶ Εἱλωτεία ἡ δουλεία. Εἰρεσιώνη, θαλλὸς ἐλαίας πάντας τοὺς καρποὺς ἔχων ἀπηρτημέ‐
5νους, καὶ στέμμα λευκὸν καὶ φοινικοῦν. προτίθεται δὲ ἱκεσία τῷ Ἀπόλ‐ λωνι ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ οἱ περὶ Θησέα σωθῆναι δοκοῦσι. καταχύσματα δὲ καὶ κύλικα οἴνου κεκραμένην καταχέοντες αὐτῆς ἐπιλέγουσιν· „εἰρε‐ σιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλιτος κοτύλην, καὶ ἔλαιον ἐπικρήσασθαι καὶ κύλικ’ εὐζώροιο, ἵνα καὶ μεθύουσα καθεύδῃ“. ὠνο‐
10μάσθαι δὲ αὐτὴν οἳ μὲν ἀπὸ τοῦ ἐρίοις κατεστέφθαι, οἳ δὲ (ὅτι εἴροντο τὸν θεὸν τί ποιήσουσι μετὰ τὴν θυσίαν τὸν κλάδον). Εἰσαγγελία, κυρίως ἡ περὶ καινῶν καὶ δημοσίων ἀδικημάτων εἰσαγομένη δίκη ὑπὸ τῶν πρυτάνεων, περὶ ὧν διαρρήδην μὲν οὐδὲν λέγουσιν οἱ νόμοι, συγχωροῦσι δὲ κρίσεις γίνεσθαι. καὶ τοῦτό ἐστιν
15οἷον τὸ ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς μελετώμενον, τὸ τῶν ἀγράφων ἀδικημάτων. Εἰσαγγελία, δημοσίας δίκης ὄνομα. τρία δέ ἐστιν εἴδη εἰσαγγε‐ λιῶν, ἣ μὲν ἐπὶ δημοσίοις ἀδικήμασιν μεγίστοις καὶ ἀναβολὴν μὴ κα‐ ταδεχομένοις, καὶ ἐφ’ οἷς μήτε ἀρχὴ καθέστηκε μήτε νόμοι κεῖνται
20τοῖς ἄρχουσι καθ’ οὓς εἰσάξουσιν, ἀλλὰ πρὸς τὴν βουλὴν ἢ τὸν δῆμον ἡ πρώτη κατάστασις γίνεται· καὶ ἐφ’ οἷς τῷ μὲν φεύγοντι, ἐὰν ἁλῷ, μέγισται ζημίαι ἐπίκεινται, ὁ δὲ διώκων, ἐὰν μὴ ἕλῃ, οὐδὲν ζημιοῦται, πλὴν ἐὰν τὸ πέμπτον μέρος τῶν ψήφων μὴ καταλάβῃ· τότε γὰρ χι‐ λίας ἐκτίνει. τὸ δὲ πάλαι καὶ οὗτοι μειζόνως ἐκολάζοντο. ἑτέρα δὲ
25εἰσαγγελία λέγεται ἐπὶ ταῖς κακώσεσιν· αὗται δέ εἰσι πρὸς τὸν ἄρχοντα καὶ τῷ διώκοντι ἀζήμιοι, κἂν μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων. ἄλλη δὲ εἰσαγγελία ἐστὶ κατὰ διαιτητῶν· εἰ γάρ τις ὑπὸ
διαιτητοῦ ἀδικηθείη, ἐξῆν τοῦτον (εἰσαγγέλλειν πρὸς τοὺς δικαστὰς

epsilon

55

καὶ ἁλοὺς ἠτιμοῦτο. Ἰσαῖος μέντοι περὶ τοῦ Ἁγνίου κλήρου τὸ αὐτὸ πρᾶγμα) εἰσαγγελίαν καὶ γραφὴν ὠνόμασεν. (εἰς ἐμφανῶν κατάστασιν καὶ Ἐξ ἐμφανῶν καταστάσεως. ὄνομα δίκης ἐστὶν, ἣν ἐποιοῦντό τινες ἀπολέσαντές τι τῶν ἰδίων σκευῶν
5ἢ ἀνδραπόδων ἢ κτηνῶν ἤ τι τῶν οἰκείων, γνωρίσαντες ὅπερ ἀπώ‐ λεσαν παρά τινι.) ἠνάγκαζον δὲ διὰ τῆς δίκης τὸν ἔχοντα ἐμφανῆ κα‐ ταστῆσαι καὶ αὐτὰ τὰ σῦλα καὶ παρὰ τίνος ὠνήσατο ταῦτα. καὶ εἰ μὲν τὸν πρατῆρα ἐδείκνυ, ὅλος ὁ ἀγὼν πρὸς ἐκεῖνον ἐγίνετο· εἰ δὲ μὴ πρὸς αὐτὸν τὸν ἔχοντα. ἀπεφέροντο δὲ πρὸς τὸν ἄρχοντα αἱ γραφαὶ τῆς
10ἐξ ἐμφανῶν καταστάσεως. ἐκλήθη δὲ οὕτως ἡ δίκη, διότι ὑπὲρ τοῦ ἐμφανίσαι τὰ σῦλα καὶ τὸν πωλήσαντα ἐγίνετο. Εἰς λατομίας. Φιλόξενος ὁ διθυραμβοποιὸς οὐκ ἀνεχόμενος τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων, ὡς φαύλων, ποτὲ πέμψαντος αὐτὸν εἰς λατομίας τοῦ Διονυσίου, τὸ δεύτερον αὐτὸς ἑκὼν ἐξανέστη. τοῦ δὲ
15ἐρομένου τὴν αἰτίαν τοῦτο εἰπεῖν, ὡς κρεῖττόν ἐστιν ἐκεῖ διατρίβειν ἢ τῶν αὐτοῦ ποιημάτων ἀνέχεσθαι. (εἰς τὸ δέον καὶ Ἐς τὸ δέον. Περικλῆς δῶρα δοὺς τοῖς πολε‐ μίοις τοῖς περὶ Κλεανδρίδαν, ἵνα μὴ δῃώσωσι τὴν χώραν, ιεʹ τάλαντα, ἀνήνεγκε τὸ ἀνάλωμα) τοῖς Ἀθηναίοις οὕτως πως ἀπογράψας· „εἰς
20τὸ δέον“. Ἀριστοφάνης Νεφέλαις· „ὥσπερ Περικλέης εἰς τὸ δέον ἀπώλεσα“, καὶ Μένανδρος ἐν Ἀπαγγελλομένῳ. μέμνηται δὲ καὶ ἑτέρωθι. (Ἔκδεια, ἡ κεχρεωστημένη λοιπάς. ἔκδεια γάρ ἐστι τὸ μέρος κα‐ ταβαλεῖν ὧν ὀφείλει τις, εἰ καὶ μὴ πάντα· Ἔνδεια δὲ τὸ μηδὲν ὅλως καταβαλεῖν.) ἢ ἔκδεια μέν ἐστι τὸ ἔχοντά τινα μὴ καταβαλεῖν, ἔνδεια
25δὲ τὸ μηδὲν ἔχειν, ὡς εἶναι τὸ μὲν ἑκούσιον (τὸ δὲ ἀκούσιον).

epsilon

56

(Ἐκ κλίμακος. ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ὁπότε χρονοτρι)βοῖεν οἱ πύκται, κλίμαξ εἰσεφέρετο, ὥστε διαστάντας καὶ χώραν λαβόντας μένειν ἐν ταύτῃ, ἕνεκα τοῦ μὴ περιίστασθαι τὰς φερομένας πληγὰς περιτρέχοντας, ἀλλὰ μένοντας ἐπὶ τούτου τῇ ποιᾷ τῶν χειρῶν ἐκτάσει
5φυλάττεσθαι. Ἔκκλητος πόλις, ἣν ἂν ἐκκαλῆταί τις εἰς τὸ κριθῆναι, δηλον‐ ότι τῆς πρώτης οὐ στέργων τὴν κρίσιν, ὡς πρὸς ἔχθραν κρινάσης ἢ πρὸς χάριν. ἐξῆν δὲ τοῖς μὲν ξένοις ἐκκαλεῖσθαι πόλιν ἄλλην, τοῖς δὲ πολίταις οὐκέτι.
10(Ἐκλιμάκισεν ..... Ἀριστοφάνης) Ἀναγύρῳ· „ἐκλιμάκισεν, ὥστ’ εἰς μέσην ἔπιπτε τὴν τάφρον“. (Ἐκλογεῖς. οἱ ἐκλέγοντες καὶ εἰσπράττοντες τὰ Ὀφειλόμενα τῷ δημοσίῳ ἐκλογεῖς.) ὁπότε δέοι χρήματα τοὺς πολίτας εἰσφέρειν, τού‐ τους οἱ καλούμενοι ἐκλογεῖς διέγραφον. ἀλλὰ καὶ οἱ τοὺς φόρους ἀπὸ
15τῶν ὑπηκόων ἀθροίζοντες πόλεων οὕτως ἐκαλοῦντο. (Ἐκ περιουσίας Δημοσθένης) ἐν τῷ ὑπὲρ Κτησιφῶντος· „ἐγὼ μὲν περὶ τῶν ἐσχάτων κινδυνεύω, οὗτος δὲ ἐκ περιουσίας κατηγορεῖ“, ἀντὶ τοῦ ἐκ πολλοῦ τοῦ περιόντος. Ἐκφυλλοφορῆσαι καὶ Ἐκφυλλοφορία. εἴποτέ τις τῶν πολιτῶν
20ἀδικεῖν ἐδόκει καὶ ἀνάξιος εἶναι τοῦ συνεδρίου τῶν φ’, ἐσκόπει ἡ βουλὴ περὶ αὐτοῦ, εἰ χρὴ αὐτὸν βουλεύειν μηκέτι ἀλλ’ ἐλαθῆναι καὶ τοῦ συνεδρίου. ἀντὶ δὲ τῆς ψήφου φύλλοις ἐπεσήμαινε τὴν αὑτοῦ γνώμην ἕκαστος, ὥσπερ ὀστράκῳ ἐπὶ τοῦ ὀστρακισμοῦ. καὶ ἐλέγετο τοῦτο ἐκφυλ‐ λοφορῆσαι καὶ ἐκφυλλοφορία. μετὰ δὲ τὸ ἁλῶναι κακουργοῦντα Ξενό‐
25τιμον ὑπηρέτην ἐν τοῖς κυάμοις, οὕτως ἡ τῶν φύλλων χρῆσις ἐπε‐

epsilon

57

νοήθη. ἐξῆν μέντοι ἐν τῷ δικαστηρίῳ καταδέχεσθαι τοὺς ἐκφυλλοφο‐ ρηθέντας, ὡς ὁ Δημοσθένης φησὶν ἐν τῷ κατὰ Νεαίρας. Ἑλλανοδίκαι, ἄρχοντες Ἠλεῖοι διέποντες τὰ κατὰ τὸν ἀγῶνα τῶν Ὀλυμπίων. ἐκλήθησαν δὲ οὕτως, ὅτι παρὰ τοῖς Ἕλλησιν ἐδί‐
5καζον τοῖς τε ἀθληταῖς καὶ τοῖς ἄλλοις ἀγωνισταῖς. ἐκαθέζοντο δ’ ἐν τῷ ἀγῶνι πορφυρίδα περιβεβλημένοι. καὶ ἦσαν οὗτοι τὸ μὲν παλαιὸν θʹ, εἶτα βʹ καὶ τὸ τελευταῖον ηʹ. Ἑλληνοταμίαι, οἱ τὰ ἐκ τῶν φόρων χρήματα φυλάσσοντες, ἃ πρότερον κοινῇ οἱ Ἕλληνες ἐν ἀδήλῳ ἀπετίθεντο.
10(Ἐμασχαλίσθη. ἔθος ἦν τοῖς ἀρχαίοις, ὁπότε φονεύσειαν ἐξ ἐπιβουλῆς τινὰ, τὸ ἔργον ἀφοσιουμένοις ἀκρωτηριάζειν τὸν νεκρὸν, καὶ τῶν μορίων ὁρμαθὸν ποιήσαντας κρημνάναι κατὰ τοῦ τραχήλου, διὰ τῶν μασχαλῶν διείροντας. ἀφ’ οὗ δὴ καὶ μασχαλίσματα προσηγό‐ ρευσαν αὐτά. Σοφοκλῆς ἐν Τρωίλῳ·) „πλήρη μασχαλισμάτων“. εἴρηκε
15τὸν μασχαλισμὸν καὶ ἐν Ἠλέκτρᾳ. (Ἔμβαρος .....) Μένανδρος Ῥαπιζομένῃ· „οὐκ ἔμβαρος εἶ“ ..... „ἔμβαρος ἀρχαϊσμὸς οὗτος ῥημάτων“. (Ἔμβαρός εἰμι, νουνεχὴς, φρόνιμος. ἦν πρότερον ὁ Πειραιεὺς νῆσος, ὅθεν καὶ τοὔνομα εἴληφεν, ἀπὸ τοῦ διαπερᾶν. οὗ τὰ ἄκρα Μού‐
20νυχος κατασχὼν Μουνυχίας Ἀρτέμιδος ἱερὸν ἱδρύσατο.) ἄρκτου δὲ γε‐ νομένης ἐπ’ αὐτῷ καὶ ὑπὸ τῶν Ἀθηναίων ἀναιρεθείσης, λοιμὸς ἐπε‐ γένετο, οὗ τὴν ἀπαλλαγὴν ὁ θεὸς ἔχρησεν, ἄν τις τὴν θυγατέρα θύσῃ τῇ θεῷ. Βάρος δὲ μόνος ὑποσχόμενος ἐπὶ τῷ τὴν ἱερωσύνην αὐτοῦ
τὸ γένος διὰ βίου ἔχειν, κοσμήσας αὐτοῦ τὴν θυγατέρα αὐτὴν μὲν

epsilon

58

ἀπέκρυψεν ἐν τῷ αὐτῷ, αἶγα δὲ ἐσθῆτι κοσμήσας ὡς τὴν θυγατέρα ἔθυσεν. ὅθεν καὶ εἰς παροιμίαν περιέστη. τάττεται δὲ ἐπὶ τῶν παρα‐ παιόντων καὶ μεμηνότων. (Ἐμπέσωσιν ......) „μετέωρον αἴρους’ αἱ πτέρυγες τὴν ναῦν
5⏑ –, ἕως ἂν ἐμπέσωσιν εἰς τὸν οὐρανόν“. (Ἐμπήκτης .....) Κάσιος δὲ Λογγῖνος οὕτως ἀποδίδωσιν· „ἐμπήκτης ὁ λαχὼν τῶν δικαστῶν ἐπισκέψασθαι τὴν χρείαν αὐτῶν“. Ἐμποδὼν Θουκυδίδης ηʹ ἀντὶ τοῦ προχείρως. φησὶ γὰρ· „τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν, πορρωτέρω δὲ μηδὲν ἐπορέγεσθαι
10ταῖς διανοίαισ“. Λυκοῦργος δὲ ἐν τῷ κατὰ Λυκόφρονος ἀντὶ τοῦ φανερὸν, Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ, Ἰσαῖος δὲ ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερσί. φησὶ γὰρ ἐν τῇ ὑπὲρ Εὐμαθοῦς εἰς ἐλευθερίαν ἀφαι‐ ρέσει· „ἀλλὰ τὸ πρωϊζινὸν, ὦ ἄνδρες Ἀθηναῖοι· τουτὶ γὰρ παντελῶς ἐμποδών ἐστιν“. ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ
15τοῦ ἐμποδίου· φησὶν ἐν βʹ Φιλοσοφουμένων περὶ τῶν φιλοσόφων· „τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημε καὶ παῖδας ἀνείλατο καὶ οὐσίας ἐπε‐ μελήθη, μηδενὸς ἐμποδὼν ὄντος;“ (Ἔνδειξις, φανέρωσις κατὰ τῶν ἀτίμων καὶ ποιούντων ἃ κωλύουσιν οἱ νόμοι.) τῶν δὲ ἐνδείξεων ἃς μὲν εἰσέφερον εἰς τὸ δικαστήριον οἱ
20ἔνδεκα, ἃς δὲ οἱ θεσμοθέται· οἷον εἰσῆγον ἐνδείξεις ὅταν ὠφληκὼς ἄρχῃ ἢ ἐκκλησιάζῃ ἢ δικάζῃ καὶ ἐπὶ τῶν ὁμοίων. (Ἕνδεκα. κληρωτοὶ ἄρχοντες ἦσαν οὗτοι προεστηκότες τοῦ δεσμωτη‐ ρίου.) καὶ τοὺς ἀπαγομένους κακούργους ἐπὶ θανάτῳ παραλαμβάνοντες ἐζη‐ μίουν, τοὺς δὲ ἀμφισβητοῦντας εἰσῆγον εἰς δικαστήριον, καὶ τὸ γνωσθὲν
25περὶ αὐτῶν ἔπραττον. εἰσῆγον δὲ καὶ τὰ ἀπογραφόμενα χωρία καὶ οἰκίας, καὶ τὰ δημόσια εἶναι δόξαντα παρεδίδουν τοῖς πολίταις. εἰσῆγον
δὲ καὶ ἐνίας ἐνδείξεις.

epsilon

59

(Ἔνδημος, ὁ μὴ ἀποδημῶν. Ἐπίδημος δὲ ὁ ἐπιδημῶν ξένος.) καὶ τὸ Ἀριστοφάνους ἐν Νήσοις· „ἀλλ’ οὐ τυγχάνει ἐπίδημος ὤν“. λέγει δὲ καὶ περὶ τοῦ Ποσειδῶνος ὅτι „οὐκ ἐπιδημεῖ Ἰσθμοῖ“. κυρίως δέ ἐστιν εἰρημένον· οὐ γὰρ Ἴσθμιος ὁ θεὸς, ὡς διὰ παντὸς ἐκεῖ
5διατρίβειν. Ἔνδειξις, εἶδος δίκης δημοσίας, ὑφ’ ἣν τοὺς ἐκ τῶν νόμων εἰργο‐ μένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον. Δημοσθένης κατὰ Ἀριστογείτονος. Ἔνδειξις ἐάν τις ἄτιμος ὢν ἢ ὠφληκὼς τῷ δημοσίῳ καὶ μὴ ἐκτε‐
10τικὼς ἄρχειν ἢ δικάζειν ἐπιχειροίη, τοῦτον ἐνδείκνυσιν ὁ βουλόμενος τῶν πολιτῶν. ὁμοίως καὶ τὸν ἀντιποιούμενον πράξεων ἢ τόπων ἀπηγο‐ ρευμένων τοῖς νόμοις, οἷον τὸν ἡταιρηκότα τῆς ἀγορᾶς καὶ τοῦ λέ‐ γειν ἐν τῷ δήμῳ, ἔτι τὸν κακῶς λέγοντα τοὺς τετελευτηκότας ἀδίκως. ἔπειτα τοῖς ἁλοῦσι τούτων τινὸς τιμῶσιν οἱ δικασταὶ τί χρὴ παθεῖν
15ἢ ἀποτῖσαι. (Ἐνεβρόντησε ..... Εὔπολις) Ταξιάρχαις· „τίς ἐνεβρόντησέ μοι;“ εἶτα ἐπιφέρει· „ὦ μοχθηρὲ, τίς ἐπάταξέ σε;“ (Ἐνεπισκήψασθαι .....) ἐκαλεῖτο οὖν τοῦτο ἐνεπισκήψασθαι, καὶ ἀποδεικνύντες ὃ ἔλεγον, ἀπελάμβανον τὰ ὀφειλόμενα.
20(Ἐνεργμός. τὸ δ’ αὐτὸ καὶ Ἔνερξις· κροῦμα κιθαριστικόν. Εὐφρό‐ νιος δὲ τὸν ἐν μέσῃ τῇ κιθάρᾳ πασσαλίσκον, δι’ οὗ ἡ χορδὴ διήρ‐ τηται.) Φρύνιχος Κόννῳ· „τί δέ; τὸν ἐνεργμόν“. κροῦμα, διάσχεσιν. εἰσούμενα ἐπὶ Ἀριστοξένους λεπτοέτι ἁρμονικός. Ἐνεπισκήψασθαι καὶ Ἐγγύην καταβολῆς. καταδικασθέντων
25τινῶν δημεύεσθαι τὰς οὐσίας, εἰ λέγοιέν τινες ὡς εἴησαν δανεισταὶ

epsilon

60

τῶν δημευομένων, ἀπογράφεσθαι τούτους ἐκέλευον, πότε καὶ πόσον ἐδάνεισαν ἀργύριον· ὅπερ ἐλέγετο ἐνεπισκήψασθαι. εἰ μέντοι γε παρ‐ ίστων ἐγγυητὰς τοῦ μὴ ἂν διαψεύσασθαι περὶ τοῦ δανείσματος οἱ δα‐ νείσαντες, τοῦτο ἐγγύην καταβολῆς ἔλεγον.
5(Ἐνηλύσια· εὐκίνητα· καὶ ἤλυσιν τὴν ἔλευσιν. Αἰσχύλος ἐν Ἀργείοις·) „Καπανεύς μοι καταλείπεται λοιπὸν, ἀκέραυνος. ἀρόρον ἐπηλυστίων ἀπέλιπεν“. οἳ δὲ τὰ κατασκηφθέντα. (Ἐννεάκρουνος, κρήνη Ἀθήνησι παρὰ τὸν Ἰλισσὸν, ἣ πρότερον Καλλιρόη ἔσκεν. ἀφ’ ἧς τὰ λουτρὰ ταῖς γαμουμέναις μετίασι.) Πολύ‐
10ζηλος Δημοτυνδαρέῳ· „ἥξει πρὸς ἐννεάκρουνον εὔυδρον τόπον“. (Ἐνριγισκάνειν, ἐνριγοῦν .....·) „καὶ τριβώνιον πονηρὸν οἷον ἐνριγισκάνειν“. Ἐν σάμῳ κομητᾶς. ἔνιοι Πυθαγόραν τὸν σοφὸν φασὶ τὴν πυκτικὴν ἀσκῆσαι καὶ ἀπ’ αὐτοῦ τὴν παροιμίαν λέγεσθαι, ἁμαρτάνοντες· ἕτερος
15γὰρ πύκτης Σάμιος, ὁ Ἡγησάρχου Πυθαγόρας, ἐκόμα. καταφρονηθεὶς δὲ κατὰ τὴν μϛʹ ὀλυμπιάδα παραδόξως ἐνίκησε· διὸ ἡ παροιμία ἐλέχθη. τινὲς δὲ τὴν παροιμίαν τάττουσιν ἐπὶ τῶν οὐδὲν χάριεν λεγόντων. (Ἐν Φρεατοῖ, δικαστήριον.) Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογεί‐ τονος ἀκριβῶς διεξέρχεται περὶ αὐτοῦ. ὠνομάσθαι δὲ τὸ δικαστήριον
20ἔοικεν ἀπό τινος ἥρωος, ὡς Θεόφραστος ἐν ϛʹ Νόμων μαρτυρεῖ. (Ἐξαιρέσεως δίκη. ὁπότε τις ἄγοι μέν τινα ὡς δοῦλον, ἄλλος δέ τις αὐτὸν ὡς ἐλεύθερον ἐξαιροῖτο,) ἐξῆν τῷ ἄγοντι ὡς δοῦλον ἐξαι‐
ρέσεως δίκην λαγχάνειν τῷ εἰς ἐλευθερίαν (αὐτὸν ἐξαιρουμένῳ).